Weihnachten und andere Tage...

Für alle Fragen rund um Griechisch in der Schule und im Alltag

Moderatoren: Zythophilus, marcus03, Tiberis, ille ego qui, consus, e-latein: Team

Weihnachten und andere Tage...

Beitragvon Juergen » Mi 24. Dez 2003, 13:42

[unicode]Κατὰ Λουκᾶν, 2
1 ᾽Εγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλϑεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράϕεσϑαι πᾶσαν τὴν οἰκουμένην.
2 αὕτη ἀπογραϕὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3 καὶ ἐπορεύοντο πάντες ἀπογράϕεσϑαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.
4 ᾽Ανέβη δὲ καὶ ᾽Ιωσὴϕ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲϑ εἰς τὴν ᾽Ιουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηϑλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ,
5 ἀπογράψασϑαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ.
6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσϑησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν ϕάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ ϕυλάσσοντες ϕυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐϕοβήϑησαν ϕόβον μέγαν.
10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ ϕοβεῖσϑε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ,
11 ὅτι ἐτέχϑη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαυίδ·
12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέϕος ἐσπαργανωμένον καὶ κείμενον ἐν ϕάτνῃ.
13 καὶ ἐξαίϕνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆϑος στρατιᾶς οὐρανίου αἰνούντων τὸν ϑεὸν καὶ λεγόντων,
14 Δόξα ἐν ὑψίστοις ϑεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνϑρώποις εὐδοκίας.
15 Καὶ ἐγένετο ὡς ἀπῆλϑον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους, Διέλϑωμεν δὴ ἕως Βηϑλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
16 καὶ ἦλϑον σπεύσαντες καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν ᾽Ιωσὴϕ καὶ τὸ βρέϕος κείμενον ἐν τῇ ϕάτνῃ·
17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληϑέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
18 καὶ πάντες οἱ ἀκούσαντες ἐϑαύμασαν περὶ τῶν λαληϑέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς·
19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν ϑεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καϑὼς ἐλαλήϑη πρὸς αὐτούς
[/unicode]
Zuletzt geändert von Juergen am Fr 26. Dez 2003, 21:34, insgesamt 1-mal geändert.
Juergen
 

Re: Weihnachten

Beitragvon Juergen » Mi 24. Dez 2003, 15:11

[unicode]Κατὰ Ἰωάννην, 1
1 ᾽Εν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν ϑεόν, καὶ ϑεὸς ἦν ὁ λόγος.
2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν ϑεόν.
3 πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν
4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ ϕῶς τῶν ἀνϑρώπων·
5 καὶ τὸ ϕῶς ἐν τῇ σκοτίᾳ ϕαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6 ᾽Εγένετο ἄνϑρωπος ἀπεσταλμένος παρὰ ϑεοῦ, ὄνομα αὐτῷ ᾽Ιωάννης·
7 οὗτος ἦλϑεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ ϕωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ.
8 οὐκ ἦν ἐκεῖνος τὸ ϕῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ ϕωτός.
9 ῏Ην τὸ ϕῶς τὸ ἀληϑινόν, ὃ ϕωτίζει πάντα ἄνϑρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11 εἰς τὰ ἴδια ἦλϑεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα ϑεοῦ γενέσϑαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ ϑελήματος σαρκὸς οὐδὲ ἐκ ϑελήματος ἀνδρὸς ἀλλ' ἐκ ϑεοῦ ἐγεννήϑησαν.
14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐϑεασάμεϑα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληϑείας.
15 ᾽Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, ῾Ο ὀπίσω μου ἐρχόμενος ἔμπροσϑέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόϑη, ἡ χάρις καὶ ἡ ἀλήϑεια διὰ ᾽Ιησοῦ Χριστοῦ ἐγένετο.
18 ϑεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς ϑεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
[/unicode]
Juergen
 

Beitragvon Euripides » Mi 24. Dez 2003, 16:21

[greek]Kalispera Juergen[/greek]
Phantasia ei kai ou pantos to phainomenon.
Benutzeravatar
Euripides
Senator
 
Beiträge: 2840
Registriert: Sa 25. Okt 2003, 15:54

Beitragvon Juergen » Mi 24. Dez 2003, 16:37

Aedil hat geschrieben:[greek]Kalispera Juergen[/greek]

:roll: :-o
Juergen
 

Beitragvon Juergen » Fr 26. Dez 2003, 21:33

[unicode]Passend zum Tage ;-)


Πράξεις Ἀποστόλων, 6
8 Στέϕανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ᾽Αλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ ᾽Ασίας συζητοῦντες τῷ Στεϕάνῳ,
10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοϕίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.


7
54 ᾽Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν.
55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν ϑεοῦ καὶ ᾽Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ ϑεοῦ,
56 καὶ εἶπεν, ᾽Ιδοὺ ϑεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνϑρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ ϑεοῦ.
57 κράξαντες δὲ ϕωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοϑυμαδὸν ἐπ' αὐτόν,
58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιϑοβόλουν. καὶ οἱ μάρτυρες ἀπέϑεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
59 καὶ ἐλιϑοβόλουν τὸν Στέϕανον ἐπικαλούμενον καὶ λέγοντα, Κύριε ᾽Ιησοῦ, δέξαι τὸ πνεῦμά μου.
60 ϑεὶς δὲ τὰ γόνατα ἔκραξεν ϕωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιμήϑη.
[/unicode]
Juergen
 


Zurück zu Griechischforum



Wer ist online?

Mitglieder in diesem Forum: 0 Mitglieder und 43 Gäste