Ἐρδόγανος, ὁ τῶν *Τούρκων δεσπότης, ἅτε βουλόμενος τὴν *Ὀσμανικὴν ἀρχὴν1 ἐπαναστῆσαι μέλλει μὲν τῆς Γερμανίας ἄρξειν, νομίζει δὲ *Γύληνον ἐναντίον εἶναι. Καὶ τῶν ἀμφὶ τὸν *Ἐρδόγανον καὶ τῶν ἀμφὶ τὸν *Γύληνον καὶ τῶν *Κούρδων ἄλλοι ἄλλοις2 μάχονται, ἄλλως δὲ καὶ ἐν τῇ Γερμανίᾳ.
Τοῦτο δ´ ἔγωγε οὐ νομίζω προσῆκον, ὅτι ἡ Γερμανία ἐστὶ χώρα ἰδία καὶ οὐκ ἀρχὴ3 τῆς Ὀσμανικῆς ἀρχῆς.1
1) Reich (imperium)
2) LSJ: "ἄλλοι when several parties are pl."; cf. X. An. 1,10,13 λείπουσι δὴ καὶ τὸν λόφον οἱ ἱππεῖς: οὐ μὴν ἔτι ἁθρόοι ἀλλ´ ἄλλοι ἄλλοθεν.
3) Provinz (provincia); cf. X. An. 1,1,2 Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε.